Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 18.1 | Dem. 18.3 (English) | >>Dem. 18.5 |
18.1πρῶτον μέν , ὦ ἄνδρες Ἀθηναῖοι , τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις , ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν , τοσαύτην ὑπάρξαι μοι παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα , ἔπειθʼ ὅπερ ἐστὶ μάλισθʼ ὑπὲρ ὑμῶν καὶ τῆς ὑμετέρας εὐσεβείας τε καὶ δόξης , τοῦτο παραστῆσαι τοὺς θεοὺς ὑμῖν , μὴ τὸν ἀντίδικον σύμβουλον ποιήσασθαι περὶ τοῦ πῶς ἀκούειν ὑμᾶς ἐμοῦ δεῖ (σχέτλιον γὰρ ἂν εἴη τοῦτό γε ),
18.2ἀλλὰ τοὺς νόμους καὶ τὸν ὅρκον , ἐν ᾧ πρὸς ἅπασι τοῖς ἄλλοις δικαίοις καὶ τοῦτο γέγραπται , τὸ ὁμοίως ἀμφοῖν ἀκροάσασθαι . τοῦτο δʼ ἐστὶν οὐ μόνον τὸ μὴ προκατεγνωκέναι μηδέν , οὐδὲ τὸ τὴν εὔνοιαν ἴσην ἀποδοῦναι , ἀλλὰ τὸ καὶ τῇ τάξει καὶ τῇ ἀπολογίᾳ , ὡς βεβούληται καὶ προῄρηται τῶν ἀγωνιζομένων ἕκαστος , οὕτως ἐᾶσαι χρήσασθαι .
πολλὰ μὲν οὖν ἔγωγʼ ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶνʼ Αἰσχίνου , δύο δʼ , ὦ ἄνδρες Ἀθηναῖοι , καὶ μεγάλα , ἓν μὲν ὅτι οὐ περὶ τῶν ἴσων ἀγωνίζομαι · οὐ γάρ ἐστιν ἴσον νῦν ἐμοὶ τῆς παρʼ ὑμῶν εὐνοίας διαμαρτεῖν καὶ τούτῳ μὴ ἑλεῖν τὴν γραφήν , ἀλλʼ ἐμοὶ μὲν —οὐ βούλομαι δυσχερὲς εἰπεῖν οὐδὲν ἀρχόμενος τοῦ λόγου , οὗτος δʼ ἐκ περιουσίας μου κατηγορεῖ . ἕτερον δʼ , ὃ φύσει πᾶσιν ἀνθρώποις ὑπάρχει , τῶν μὲν λοιδοριῶν καὶ τῶν κατηγοριῶν ἀκούειν ἡδέως , τοῖς ἐπαινοῦσι δʼ αὑτοὺς ἄχθεσθαι ·
18.3
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 18.1 | Dem. 18.3 (English) | >>Dem. 18.5 |